1.

[7.216] οὐ γὰρ ἐπεμαρτυρήθη τῷ φαινομένῳ τὸ δοξαζόμενον. ὅθεν ἡ μὲν ἐπιμαρτύρησις καὶ οὐκ ἀντιμαρτύρησις τοῦ ἀληθὲς εἶναί τι ἐστὶ κριτήριον, ἡ δὲ οὐκ ἐπιμαρτύρησις καὶ ἀντιμαρτύρησις τοῦ ψεῦδος εἶναι. πάντων δὲ κρηπὶς καὶ θεμέλιος ἡ ἐνάργεια.
Τοιοῦτο μὲν καὶ κατὰ τὸν Ἐπίκουρόν ἐστι κριτήριον˙ οἱ δὲ περὶ τὸν Ἀριστοτέλη καὶ Θεόφραστον καὶ κοινῶς οἱ