1.

[7.218] κοινὸν δὲ ἀμφοτέρων, ὡς ἔλεγεν ὁ Θεόφραστος, τὸ ἐναργές. τάξει μὲν οὖν πρῶτόν ἐστι τὸ ἄλογον καὶ ἀναπόδεικτον κριτήριον, 〈ἡ〉 αἴσθησις, δυνάμει δὲ ὁ νοῦς, εἰ καὶ τῇ τάξει δευτερεύειν δοκεῖ παρὰ τὴν αἴσθησιν.