1.

[7.219] ἀπὸ μὲν γὰρ τῶν αἰσθητῶν κινεῖται ἡ αἴσθησις, ἀπὸ δὲ τῆς κατὰ ἐνάργειαν περὶ τὴν αἴσθησιν κινήσεως ἐπιγίνεταί τι κατὰ ψυχὴν κίνημα τοῖς κρείττοσι καὶ βελτίοσι καὶ ἐξ αὑτῶν δυναμένοις κινεῖσθαι ζῴοις˙ ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται παρ' αὐτοῖς, μνήμη μὲν τοῦ περὶ τὴν αἴσθησιν πάθους, φαντασία δὲ τοῦ ἐμποιήσαντος τῇ αἰσθήσει τὸ πάθος αἰσθητοῦ.