1.

[7.220] διόπερ ἴχνει τὸ τοιοῦτον ἀναλογεῖν κίνημα φασίν (Cfr. § VII 228)˙ καὶ ὃν τρόπον ἐκεῖνο, φημὶ δὲ τὸ ἴχνος, ὑπό τινός τε γίνεται καὶ ἀπό τινος, ὑπό τινος μὲν οἷον τῆς τοῦ ποδὸς ἐπερείσεως, ἀπό τινος δὲ ὥσπερ τοῦ Δίωνος, οὕτω καὶ τὸ προειρημένον τῆς ψυχῆς κίνημα ὑφ' οὗ μὲν γίνεται ὥσπερ τοῦ περὶ τὴν αἴσθησιν πάθους, ἀφ' οὗ δὲ καθάπερ τοῦ αἰσθητοῦ, πρὸς ὃ καὶ ὁμοιότητά τινα σῴζει.