1.

[7.221] τοῦτο δὲ πάλιν τὸ κίνημα, ὅπερ μνήμη τε καὶ φαντασία καλεῖται, εἶχεν ἐν ἑαυτῷ τρίτον ἐπιγινόμενον ἄλλο κίνημα τὸ τῆς λογικῆς φαντασίας, κατὰ κρίσιν λοιπὸν καὶ προαίρεσιν τὴν ἡμετέραν συμβαῖνον, ὅπερ κίνημα διάνοιά τε καὶ νοῦς προσαγορεύεται, οἷον ὅταν τις προσπεσόντος κατ' ἐνάργειαν Δίωνος πάθῃ πως τὴν αἴσθησιν καὶ τραπῇ, ὑπὸ δὲ τοῦ περὶ τὴν αἴσθησιν πάθους ἐγγένηταί τις αὐτοῦ τῇ ψυχῇ φαντασία, ἣν καὶ μνήμην