1.

[7.223] ὅταν μὲν γὰρ δύνηται τοῦτον ποιεῖσθαι τὸν ἀναπλασμὸν ψυχή, τουτέστιν ὅταν πεφύκῃ, διάνοια καλεῖται, ὅταν δὲ ἐνεργητικῶς ἤδη ποιῇ, νοῦς ὀνομάζεται. ἀπὸ μέντοι τοῦ νοῦ καὶ τῆς διανοήσεως συνίσταται ἥ τε ἔννοια καὶ ἐπιστήμη καὶ τέχνη. διανόησις μὲν γὰρ γίνεται ὁτὲ μὲν τῶν κατὰ μέρος εἰδῶν ὁτὲ δὲ τῶν τε εἰδῶν καὶ τῶν γενῶν˙