1.

[7.225] ὥσπερ δὲ ἡ τῶν ἐπιστημῶν καὶ τεχνῶν φύσις ἐστὶν ὑστερογενής, οὕτω καὶ ἡ καλουμένη δόξα˙ ὅταν γὰρ εἴξῃ ἡ ψυχὴ τῇ ἀπὸ τῆς αἰσθήσεως ἐγγενομένῃ φαντασίᾳ καὶ τῷ φανέντι πρόσθηται καὶ συγκατάθηται, λέγεται δόξα.