1.

[7.226] φαίνεται οὖν ἐκ τῶν εἰρημένων πρῶτα κριτήρια τῆς τῶν πραγμάτων γνώσεως ἥ τε αἴσθησις καὶ ὁ νοῦς, ἡ μὲν ὀργάνου τρόπον ἔχουσα ὁ δὲ τεχνίτου. ὥσπερ γὰρ ἡμεῖς οὐ δυνάμεθα χωρὶς ζυγοῦ τὴν τῶν βαρέων καὶ κούφων ἐξέτασιν ποιεῖσθαι, οὐδὲ ἄτερ κανόνος τὴν τῶν εὐθέων καὶ στρεβλῶν διαφορὰν λαβεῖν, οὕτως οὐδὲ ὁ νοῦς χωρὶς αἰσθήσεως δοκιμάσαι πέφυκε τὰ πράγματα.
Τοιοῦτοι μὲν οὖν ὡς ἐν κεφαλαίοις εἰσὶ καὶ οἱ ἀπὸ τοῦ Περιπάτου˙