1.

[7.233] πρὸς οὓς ἀπαντῶντες οἱ ἀπὸ τῆς Στοᾶς συνεμφαίνεσθαί φασι τῇ τυπώσει τῆς ψυχῆς τὸ ὡς ἂν ἐν ψυχῇ, ὥστε εἶναι τὸ πλῆρες τοιοῦτον ‘φαντασία ἐστὶ τύπωσις ἐν ψυχῇ ὡς ἂν ἐν ψυχῇ’. καθὰ γὰρ ἡ ἐφηλότης λέγεται λευκότης ἐν ὀφθαλμῷ συνεμφαινόντων ἡμῶν τὸ ὡς ἐν ὀφθαλμῷ, τουτέστι τὸ κατὰ ποιὸν μέρος τοῦ ὀφθαλμοῦ, τὴν λευκότητα εἶναι, ἵνα μὴ πάντες ἄνθρωποι ἐφηλότητα ἔχωμεν ὡς ἂν πάντες ἐκ φύσεως ἔχοντες λευκότητα ἐν ὀφθαλμῷ, οὕτως ὅταν λέγωμεν τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ, συνεμφαίνομεν καὶ τὸ περὶ ποιὸν μέρος γίνεσθαι τῆς ψυχῆς τὴν τύπωσιν, τουτέστι τὸ ἡγεμονικόν, ὥστε ἐξαπλούμενον γίνεσθαι τὸν ὅρον τοιοῦτον ‘φαντασία ἐστὶν ἑτεροίωσις ἐν ἡγεμονικῷ’.