1.

[7.237] ἀλλὰ κἂν οὕτως ἔχῃ, φασί τινές, πάλιν ἡμάρτηται. καὶ γὰρ ἡ ὁρμὴ καὶ ἡ συγκατάθεσις καὶ ἡ κατάληψις ἑτεροιώσεις μέν εἰσι τοῦ ἡγεμονικοῦ, διαφέρουσι δὲ τῆς φαντασίας˙ ἡ μὲν γὰρ πεῖσίς τις ἦν ἡμετέρα καὶ διάθεσις, αὗται δὲ πολὺ μᾶλλον [ἢ ὁρμαὶ] ἐνέργειαί τινες ἡμῶν ὑπῆρχον. μοχθηρὸς ἄρα ἐστὶν 〈ὁ〉 ὅρος πολλοῖς καὶ διαφόροις πράγμασιν ἐφαρμοζόμενος˙