1.

[7.238] καὶ ὃν τρόπον ὁ τὸν ἄνθρωπον ὁρισάμενος καὶ εἰπὼν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν (Cfr. PH II 26sqq.), οὐχ ὑγιῶς τὴν ἔννοιαν τοῦ ἀνθρώπου ὑπέγραψε διὰ τὸ καὶ τὸν θεὸν ζῷον εἶναι λογικόν, οὕτω καὶ ὁ τὴν φαντασίαν ἀποφηνάμενος ἑτεροίωσιν ἡγεμονικοῦ διέπεσεν˙ οὐ μᾶλλον γὰρ ταύτης ἢ ἑκάστης τῶν κατηριθμημένων κινήσεών ἐστιν ἀπόδοσις.