1.

[7.239] τοιαύτης δ' οὔσης καὶ τῆσδε τῆς ἐνστάσεως πάλιν ἐπὶ τὰς συνεμφάσεις οἱ Στωικοὶ ἀνατρέχουσι, λέγοντες τῷ ὅρῳ δεῖν τῆς φαντασίας συνακούειν τὸ κατὰ πεῖσιν˙ ὡς γὰρ ὁ λέγων τὸν ἔρωτα ἐπιβολὴν εἶναι φιλοποιίας συνεμφαίνει τὸ νέων ὡραίων, καὶ εἰ μὴ κατὰ τὸ ῥητὸν τοῦτο ἐκφέρῃ (οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ), οὕτως ὅταν λέγωμεν, φασί, τὴν φαντασίαν ἑτεροίωσιν ἡγεμονικοῦ, συνεμφαίνομεν τὸ κατὰ πεῖσιν ἀλλὰ μὴ τὸ κατὰ ἐνέργειαν γίνεσθαι τὴν ἑτεροίωσιν.