1.

[7.241] ἢ ἐκεῖνό γε, ἐπεὶ ἡ φαντασία γίνεται ἤτοι τῶν ἐκτὸς ἢ τῶν ἐν ἡμῖν παθῶν (ὃ δὴ κυριώτερον διάκενος ἑλκυσμὸς παρ' αὐτοῖς καλεῖται) (Cfr.
SVF frr. II 22, 26, Arn. (ed).
), πάντως ἐν τῷ λόγῳ τῆς φαντασίας συνεμφαίνεσθαι τὸ τὴν πεῖσιν γίνεσθαι ἤτοι κατὰ τὴν ἐκτὸς προσβολὴν ἢ κατὰ τὰ ἐν ἡμῖν πάθη, ὅπερ οὐκέτ' ἔστιν ἐπὶ τῆς κατὰ τὰς αὐξήσεις ἢ θρέψεις ἑτεροιώσεως συνεξακούειν.
Ἀλλ' ἡ μὲν φαντασία κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οὕτω δυσαπόδοτός ἐστι˙