1.

[7.243] συγκαταθέσεως, οἷον ῾῾εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆς˙ εἰ σκότος ἐστίν, ἡμέρα ἐστίν.᾽᾽ πιθαναὶ δὲ καὶ ἀπίθανοι καθεστᾶσιν αἱ κατὰ τὴν πρός τι σχέσιν ὁτὲ μὲν τοῖαι γινόμεναι ὁτὲ δὲ τοῖαι, οἷον αἱ τῶν ἀπόρων λόγων, οὔτε δὲ πιθαναὶ οὔτε ἀπίθανοι καθάπερ αἱ τῶν τοιούτων πραγμάτων ῾῾ἄρτιοί εἰσιν οἱ ἀστέρες˙ περισσοί εἰσιν οἱ ἀστέρες.᾽᾽(Cfr. PH I 97 et II 90) τῶν δὲ πιθανῶν [ἢ ἀπιθάνων] φαντασιῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς,