1.

[7.256] οὐκ εἶχε δὲ αὐτήν 〈....〉. ὥσθ' ἡ μὲν καταληπτικὴ φαντασία κριτήριόν ἐστι μηδὲν ἔχουσα ἔνστημα, αὗται δὲ καταληπτικαὶ μὲν ἦσαν, εἶχον δὲ ἐνστάσεις˙ ὅ τε γὰρ Ἄδμητος ἐλογίζετο ὅτι τέθνηκεν ἡ Ἄλκηστις καὶ ὅτι ὁ ἀποθανὼν οὐκέτι ἀνίσταται, ἀλλὰ δαιμόνιά τινά ποτε ἐπιφοιτᾷ˙ ὅ τε Μενέλαος συνεώρα ὅτι ἀπολέλοιπεν ἐν τῇ νηὶ φυλαττομένην τὴν Ἑλένην, καὶ οὐκ ἀπίθανον μέν ἐστιν Ἑλένην μὴ εἶναι τὴν ἐπὶ τῆς Φάρου εὑρεθεῖσαν, φάντασμα δέ τι καὶ δαιμόνιον.