1.

[7.259] καὶ γὰρ ἄλλως τοὐναντίον ἀδύνατόν ἐστι λέγειν, καὶ ἀνάγκη τὸν ἀφιστάμενον τοῦ ἀξιοῦν ὅτι φαντασία κριτήριόν ἐστι, καθ' ἑτέρας φαντασίας ὑπόστασιν τοῦτο πάσχοντα βεβαιοῦν τὸ φαντασίαν εἶναι κριτήριον, τῆς φύσεως οἱονεὶ φέγγος ἡμῖν πρὸς ἐπίγνωσιν τῆς ἀληθείας τὴν αἰσθητικὴν δύναμιν ἀναδούσης καὶ τὴν δι' αὐτῆς γινομένην φαντασίαν.