1.

[7.260] ἄτοπον οὖν ἐστι τοσαύτην δύναμιν ἀθετεῖν καὶ τὸ ὥσπερ φῶς αὑτῶν ἀφαιρεῖσθαι. ὃν γὰρ τρόπον ὁ χρώματα μὲν ἀπολείπων καὶ τὰς ἐν τούτοις διαφοράς, τὴν δὲ ὅρασιν ἀναιρῶν ὡς ἀνύπαρκτον ἢ ἄπιστον, καὶ φωνὰς μὲν εἶναι λέγων, ἀκοὴν δὲ μὴ ὑπάρχειν ἀξιῶν, σφόδρα ἐστὶν ἄτοπος (δι' ὧν γὰρ ἐνοήσαμεν χρώματα καὶ φωνάς, ἐκείνων ἀπόντων οὐδὲ χρῆσθαι δυνατοὶ χρώμασιν ἢ φωναῖς), οὕτω καὶ ὁ τὰ πράγματα μὲν ὁμολογῶν, τὴν δὲ φαντασίαν τῆς αἰσθήσεως, δι' ἧς τῶν πραγμάτων ἀντιλαμβάνεται, διαβάλλων τελέως ἐστὶν ἐμβρόντητος, καὶ τοῖς ἀψύχοις ἴσον αὑτὸν ποιῶν.