1.

[7.261] Τοιοῦτο μὲν καὶ τὸ τῶν Στωικῶν ἐστὶ δόγμα˙ πάσης δὲ σχεδὸν τῆς περὶ κριτηρίου διαφωνίας ὑπ' ὄψιν κειμένης, καιρὸς ἂν εἴη τῆς ἀντιρρήσεως ἐφάπτεσθαι καὶ ἐπὶ τὸ κριτήριον ἐπανάγειν. καθὼς οὖν προεῖπον (§ 47 sqq.), οἱ μὲν ἐν τῷ λόγῳ οἱ δὲ ἐν ταῖς ἀλόγοις αἰσθήσεσιν οἱ δὲ ἐν ἀμφοτέροις τοῦτο ἀπέλιπον, καὶ (Cfr. §§ 35-37) οἱ μὲν τὸ ὑφ' οὗ ὡς τὸν ἄνθρωπον (Cfr. PH II 21), οἱ δὲ τὸ δι' οὗ ὡς τὴν αἴσθησιν καὶ διάνοιαν, οἱ δὲ τὸ ὡς προσβολὴν καθάπερ τὴν φαντασίαν.