1.


Περὶ ἀνθρώπου.
[7.263] (§ 263 Cfr. PH II 47; §§ 263-282 cfr. PH II 22-28) Τάξει τοίνουν πρῶτον σκοπῶμεν τὸ ὑφ' οὗ, τουτέστι τὸν ἄνθρωπον˙ οἶμαι γὰρ ὡς τούτου προαπορηθέντος οὐδὲν ἔτι δεήσει περιττότερον περὶ τῶν ἄλλων κριτηρίων λέγειν˙ ταῦτα γὰρ ἢ μέρη ἐστὶν ἀνθρώπου ἢ ἐνεργήματα ἢ πάθη. εἴπερ οὖν καταληπτόν ἐστι τουτὶ τὸ κριτήριον, πολὺ πρότερον ὀφείλει ἐπινοεῖσθαι, παρόσον πάσης καταλήψεως ἐπίνοια προηγεῖται. μέχρι δὲ τοῦ δεῦρο ἀνεπινόητον εἶναι συμβέβηκε τὸν ἄνθρωπον, ὡς παραστήσομεν˙