1.

[7.266] πρῶτον μὲν γὰρ καὶ κύνα πάντες ἴσμεν, ἀλλ' οὐκ ἔστιν ὁ κύων ἄνθρωπος˙ καὶ ἵππον πάντες ἴσμεν καὶ φυτόν, ἀλλ' οὐδὲν τούτων ἦν ἄνθρωπος. εἶτα καὶ τὸ ζητούμενον συνήρπασεν˙ οὐδεὶς γὰρ ἐκ προχείρου δώσει γινώσκεσθαι τὸν ἄνθρωπον ὁποῖός ἐστιν, εἴγε ὁ Πύθιος ὡς μέγιστον ζήτημα προύθηκεν αὐτῷ τὸ ‘γνῶθι σαυτόν’. εἰ δὲ καὶ δοίη, οὐ πᾶσιν ἀλλὰ τοῖς ἀκριβεστάτοις τῶν φιλοσόφων ἐπιτρέψει μόνον τοῦτον ἐπίστασθαι.