1.

[7.267] οἱ δὲ περὶ τὸν Ἐπίκουρον (
Epicureafr. 310 Us. (ed).
) καὶ δεικτικῶς ᾠήθησαν δύνασθαι τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου παρίστασθαι, λέγοντες˙ ‘ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ' ἐμψυχίας.’ οὐκ ἔγνωσαν δ' ὅτι εἰ τὸ δεικνύμενόν ἐστιν ἄνθρωπος, τὸ μὴ δεικνύμενον οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ἡ τοιαύτη δεῖξις ἤτοι ἐπ' ἀνδρὸς ἐκφέρεται ἢ γυναικός, ἢ πρεσβύτου ἢ μειρακίου, σιμοῦ γρυποῦ, τετανότριχος οὐλοκόμου, τῶν ἄλλων διαφόρων˙