1.

[7.270] οἳ καὶ αὐτοὶ οὐ τὸν ἄνθρωπον ἀλλὰ τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ παρέδοσαν. διαφέρει δὲ τὸ τινὶ συμβεβηκὸς ἐκείνου τοῦ ᾧ συμβέβηκεν, ἐπεί τοι εἰ μὴ διαφέρει, οὐκ ἂν ἦν συμβεβηκὸς ἀλλ' αὐτὸ ἐκεῖνο. ἀμέλει γοῦν τῶν συμβεβηκότων τὰ μὲν ἀχώριστά ἐστι τῶν οἷς συμβέβηκεν, ὡς μῆκος καὶ πλάτος καὶ βάθος σώμασι (δίχα γὰρ τῆς τούτων παρουσίας ἀμήχανόν ἐστιν ἐπινοῆσαι σῶμα),