1.

[7.271] τὰ δὲ χωρίζεται τοῦ ᾧ συμβέβηκεν καὶ ἀπαλλασσομένων μένει ἐκεῖνο, οἷον τρέχειν διαλέγεσθαι ὑπνοῦν ἐγρηγορέναι τῷ ἀνθρώπῳ˙ πάντα γὰρ ταῦτα συμβέβηκε μὲν ἡμῖν, οὐ διὰ παντὸς δέ˙ καὶ γὰρ μὴ τρέχοντες μένομεν οἱ αὐτοὶ καὶ ἡσυχάζοντες, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διττῆς οὖν οὔσης τῶν συμβεβηκότων διαφορᾶς οὐδετέραν εὑρήσομεν τὴν αὐτὴν τῷ ὑποκειμένῳ πράγματι, ἀλλ' ἀεὶ διαφέρουσαν.