1.

[7.272] μάταιοι τοίνυν εἰσὶ καὶ οἱ τὸν ἄνθρωπον ζῷον λέγοντες λογικὸν θνητὸν καὶ τὰ ἑξῆς˙ οὐ γὰρ τὸν ἄνθρωπον ἀπέδοσαν, ἀλλὰ τὰ συμβεβηκότα τούτῳ κατηρίθμησαν. ὧν τὸ μὲν ῾῾ζῷον᾽᾽ τῶν διὰ παντὸς αὐτῷ συμβεβηκότων ἐστίν˙ ἀδύνατον γὰρ μὴ ζῷον ὄντα ἄνθρωπον εἶναι˙ τὸ δὲ ῾῾θνητὸν᾽᾽ οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ' ἐπιγινόμενόν τι τῷ ἀνθρώπῳ˙ ὅτε γὰρ ἐσμὲν ἄνθρωποι, ζῶμεν καὶ οὐ τεθνήκαμεν.