1.

[7.273] τὸ δὲ ῾῾λογίζεσθαι καὶ ἐπιστήμην ἔχειν᾽᾽ συμβέβηκε μέν, οὐ διὰ παντὸς δέ˙ καὶ γὰρ μὴ λογιζόμενοί τινες ἄνθρωποί εἰσιν, ὥσπερ οἱ νηδύμῳ κατασχεθέντες ὕπνῳ, καὶ ἐπιστήμην μὴ ἔχοντες, 〈οἳ〉 οὐκ ἐκπεπτώκασι τῆς ἀνθρωπότητος, ὥσπερ οἱ μεμηνότες. ἕτερον οὖν ζητούντων ἡμῶν ἕτερον παρεστάκασιν.