1.

[7.274] ἔτι τὸ μὲν ῾῾ζῷον᾽᾽ οὐκ ἔστιν ἄνθρωπος, ἐπεὶ πᾶν ζῷον ἔσται ἄνθρωπος. τὸ δὲ ῾῾λογικὸν᾽᾽ εἰ μὲν ἀντὶ τοῦ λογίζεσθαι τάττοιτο, καὶ οἱ θεοὶ λογιζόμενοι ἄνθρωποι γενήσονται, τάχα δὲ καί τινα τῶν ἄλλων ζῴων˙ εἰ δὲ ἀντὶ τοῦ σημαντικὰς προφέρεσθαι φωνάς, 〈καὶ〉 τοὺς κόρακας καὶ ψιττακοὺς καὶ τὰ τοιαῦτα ἀνθρώπους εἶναι λέξομεν, ὅπερ ἄτοπον.