1.

[7.276] καίτοι τινὲς τῶν συνετῶν εἶναι δοκούντων κατὰ τὴν δογματικὴν αἵρεσιν πρὸς τοῦτο ὑπαντῶντες φασὶν ὅτι ἕκαστον μὲν τῶν κατηριθμημένων οὐκ ἔστιν ἄνθρωπος, πάντα δὲ εἰς τὸ αὐτὸ συναχθέντα ποιεῖ τοῦτον, οἷόν τι καὶ ἐπὶ μερῶν καὶ ὅλου θεωροῦμεν γινόμενον (Cfr. PH III 99 sqq.)˙