1.

[7.277] ὡς γὰρ χεὶρ κατ' ἰδίαν οὐκ ἔστιν ἄνθρωπος, οὐδὲ κεφαλή, οὐδὲ πούς, οὐδὲ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ τὸ ἐξ αὐτῶν σύνθετον ὅλον νοεῖται, οὕτω καὶ ὁ ἄνθρωπος οὔτε ζῷόν ἐστι ψιλῶς οὔτε λογικὸν κατ' ἰδίαν οὔτε θνητὸν κατὰ περιγραφήν, ἀλλὰ τὸ ἐξ ἁπάντων ἄθροισμα, τουτέστι ζῷον ἅμα καὶ θνητὸν καὶ λογικόν.