1.

[7.278] πρόχειρος δ' ἐστὶ καὶ 〈ἡ〉 πρὸς τοῦτο ὑπάντησις. πρῶτον μὲν γὰρ πῶς, εἰ κατ' ἰδίαν ἕκαστον οὐκ ἔστι ταῦτα ἄνθρωπος, δύναται εἰς ταὐτὸ συναχθέντα ἄνθρωπον ποιεῖν, μήτε πλεονάσαντα παρὸ ἔστι, μήτε ἐλλιπόντα παρὸ ὑπόκειται, μήτε ἄλλως πως τραπέντα; εἶτ' οὐδὲ τὴν ἀρχὴν δύναται εἰς ταὐτὸ πάντα συνδραμεῖν, ἵνα καὶ τὸ ἐξ ἁπάντων ἄνθρωπος γένηται.