1.

[7.279] τὸ γοῦν θνητὸν εὐθέως, ὅτ' ἐσμὲν ἄνθρωποι, οὐ συμβέβηκεν ἡμῖν, ἀλλὰ κατὰ συμμνημόνευσιν (Cfr. M I 129, IX 353 sqq., X 64 et PH III 108) λαμβάνεται. θεωροῦντες γὰρ Δίωνα καὶ Θέωνα καὶ Σωκράτη καὶ κοινῶς τοὺς κατὰ μέρος ἡμῖν ὁμοίους τετελευτηκέναι λογιζόμεθα ὅτι καὶ ἡμεῖς ἐσμεν θνητοί, καὶ μηδέπω τοῦ θανεῖν παρόντος ἡμῖν˙