1.

[7.280] ζῶμεν γὰρ δήπουθεν. καὶ μὴν τὸ λογίζεσθαι ὁτὲ μὲν πάρεστιν ἡμῖν, ὁτὲ δὲ οὐ πάρεστι, καὶ τὸ ἐπιστήμην ἔχειν πάλιν οὐ τῶν διὰ παντὸς συμβεβηκότων τῷ ἀνθρώπῳ καθέστηκεν, ὡς ἤδη παρεστήσαμεν (Cfr. § 273). λεκτέον οὖν μηδὲ τὴν κοινὴν τούτων σύνοδον ἄνθρωπον εἶναι.