1.

[7.281] Πλάτων
([Plato] Def. p. 415 a
) δὲ χεῖρον παρὰ τοὺς ἄλλους ὁρίζεται τὸν ἄνθρωπον, λέγων ῾῾ἄνθρωπός ἐστι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν.᾽᾽ (Cfr. DL VI 40; PH II 28) ὅθεν καὶ προῦπτά ἐστι τὰ ὀφείλοντα πρὸς αὐτὸν λέγεσθαι. πάλιν γὰρ οὐ τὸν ἄνθρωπον ἐκτέθειται, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἀποσυμβεβηκότα τούτῳ κατηρίθμηται˙