1.

[7.282] τὸ μὲν γὰρ ῾῾ἄπτερον᾽᾽ ἀποσυμβέβηκεν αὐτῷ, τὸ δὲ ῾῾ζῷον᾽᾽ καὶ τὸ ῾῾δίπουν᾽᾽ καὶ τὸ ῾῾πλατυώνυχον᾽᾽ συμβέβηκεν, τὸ δὲ ῾῾ἐπιστήμης πολιτικῆς δεκτικὸν᾽᾽ ποτὲ μὲν συμβέβηκεν, ποτὲ δὲ ἀποσυμβέβηκεν. ὥστε ἡμῶν ἕτερόν τι μαθεῖν ζητούντων αὐτὸς ἕτερόν τι παρέστησεν. Ἀλλὰ γὰρ οὕτως ἀποδεδείχθω τὸ μὴ δύνασθαι τὸν