1.

[7.284] ὅμως δ' οὖν καὶ καθ' ἕτερον τρόπον ἐνέσται τὸ τοιοῦτο κατασκευάζειν˙ εἴπερ καταληπτόν ἐστιν ὁ ἄνθρωπος, ἤτοι ὅλος δι' ὅλου ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει, ἢ ὅλος ἐστὶ τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πίπτον 〈....〉, ὥσπερ εἰ καὶ τὴν ὅρασιν ὑπόθοιτό τις ἑαυτὴν ὁρῶσαν˙ ἢ γὰρ ὅλη ἔσται ὁρῶσα ἢ ὁρωμένη ἢ μέρει μὲν ἑαυτὴν ὁρῶσα, μέρει δὲ ὑφ' ἑαυτῆς ὁρωμένη.