1.

[7.285] ἀλλ' εἰ μὲν ὅλος δι' ὅλου ὁ ἄνθρωπος ἑαυτὸν ζητοίη καὶ σὺν τούτῳ νοοῖτο (σὺν τῷ ὅλος δι' ὅλου ἑαυτὸν νοεῖν), οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον, ὅπερ ἄτοπον. εἰ δὲ ὅλος εἴη τὸ ζητούμενον καὶ σὺν τούτῳ νοοῖτο ὅλος (σὺν τῷ ζητεῖσθαι), πάλιν οὐδὲν ἀπολειφθήσεται τὸ ζητοῦν καὶ τὸ τὴν κατάληψιν ποιησόμενον.