1.

[7.286] καὶ μὴν οὐδὲ δυνατόν ἐστι παρὰ μέρος ὁτὲ μὲν ὅλον ὑποκεῖσθαι τὸ ζητοῦν, ὁτὲ δὲ ὅλον τὸ ζητούμενον. ὅτε γὰρ ὅλος ὑπόκειται ζητῶν καὶ σὺν τούτῳ νοεῖται ὅλος (σὺν τῷ ζητεῖν ὅλος), οὐδὲν ἀπολειφθήσεται ὃ ζητήσει˙ καὶ ἀνάπαλιν, ὅτε ὅλος δι' ὅλου ἐστὶ τὸ ζητούμενον, οὐκ ἔσται τὸ ζητοῦν.