1.

[7.288] ὁ γὰρ ἄνθρωπος οὐδέν ἐστι παρὰ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν, ὅθεν εἰ μέλλει τινὶ μέρει ἑαυτὸν καταλαμβάνεσθαι, ἤτοι τῷ σώματι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωριεῖ, ἢ ἐναλλὰξ ταῖς αἰσθήσεσι καὶ τῇ διανοίᾳ τὸ σῶμα καταλήψεται. τῷ μὲν οὖν σώματι οὐχ οἷόν τέ ἐστι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωρίζειν˙ ἄλογον γάρ ἐστι τοῦτο καὶ κωφὸν καὶ ἀφυὲς πρὸς τὰς τοιουτοτρόπους ζητήσεις.