1.

[7.289] ἄλλως τε, εἰ τὸ σῶμα τῶν αἰσθήσεων καὶ τῆς διανοίας ἀντιληπτικόν ἐστιν, ὀφείλει [τὸ] ταύτας καταλαμβάνον ὁμοιοῦσθαι ταύταις, τουτέστιν ὁμοίως διατίθεσθαι καὶ αἴσθησίς τε καὶ διάνοια γίνεσθαι. ὁράσεως γὰρ ἀντιλαμβανόμενον, καθὸ ὁρᾷ, ὅρασις ἔσται, καὶ γεύσεως γευομένης καταληπτικὸν ὑπάρχον γεῦσις γενήσεται, καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον.