1.

[7.291] αἰσθανόμενος δὲ πάντως αἴσθησις γενήσεται, καὶ ταύτῃ οὐκέτι ὑποκείσεται τὸ ζητοῦν, ἀλλ' ἔσται τὸ ζητούμενον, σὺν τῷ καὶ τελέως καταγέλαστον εἶναι τὸ μὴ διαφέρειν τὸν ὄγκον τῶν αἰσθήσεων καὶ τῆς διανοίας, πάντων σχεδὸν τῶν δογματικῶς φιλοσοφησάντων τὴν ἐν τούτοις διαφορὰν εἰσηγησαμένων.