1.

[7.296] εἶτα κἂν τοῦτο οὕτως ἔχῃ, πάλιν τῶν ἀμηχάνων ἐστὶν ὑπὸ τῆς ὄψεως ληφθῆναι τὸ σῶμα. εἰ γὰρ μήτε μῆκος ψιλόν ἐστι τὸ σῶμα μήτε σχῆμα κατ' ἰδίαν, μήτε χρῶμα χωρίς, τὸ δὲ ἐκ τούτων σύνθετον, δεήσει τὴν ὅρασιν τοῦ σώματος ἀντιλαμβανομένην συντιθέναι ταῦτα καθ' ἕκαστον παρ' ἑαυτῇ, καὶ οὕτω τὸν κοινὸν πάντων ἀθροισμὸν σῶμα λέγειν.