1.

[7.298] καίτοι οὐ μόνον τὴν κοινὴν σύνοδον ὡς σῶμα νοεῖν ἐστιν ἀφυής, ἀλλὰ καὶ πρὸς τὴν ἑκάστου τῶν τούτῳ συμβεβηκότων κατάληψιν πεπήρωται. οἷον εὐθέως μήκους˙ καθ' ὑπέρθεσιν γὰρ μεγεθῶν τοῦτο λαμβάνεσθαι πέφυκεν, ἀπό τινος ἀρχομένων ἡμῶν καὶ διά τινος καὶ ἐπί τι καταληγόντων, ὅπερ ποιεῖν ἄλογος φύσις οὐ δύναται.