[50] Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, "ἀφ' οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν." ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων." νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν,

ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
ἐνθάδε κατοικεῖ. μηδὲν εἰσίτω κακόν˙

ἐπέγραψε, "μετὰ τὸν πόλεμον ἡ συμμαχία." τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντ' ἔφη, "εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις."

[50] [4061] Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη˙ " Ἀφ' οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν." Ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη˙" Ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, [4065] τοὺς δὲ κενοὺς ῥίπτων." Νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν˙

Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
ἐνθάδε κατοικεῖ˙ μηδὲν εἰσίτω κακόν˙

ἐπέγραψε˙ "Μετὰ τὸν πόλεμον ἡ συμμαχία." Τὴν φιλαργυρίαν [40610] εἶπε μητρόπολιν πάντων τῶν κακῶν. Ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντα ἔφη˙ "Εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις."