1.

[7.300] διόπερ εἰ μηδὲ τῶν συμβεβηκότων τῷ σώματι ἡ ὅρασίς ἐστιν ἀντιληπτική, πολὺ πλέον οὐδ' αὐτοῦ τοῦ σώματος ἔσται θεωρητική. καὶ μὴν οὐδὲ ἀκοῆς ἐστιν ἔργον τὸ τοιοῦτον ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς˙ ἑκάστη γὰρ τούτων τὸ πρὸς ἑαυτὴν μόνον αἰσθητὸν ἐπίσταται, τὸ δὲ οὐκ ἂν εἴη ὁ ὄγκος. ἡ γὰρ ἀκοὴ φωνῆς μόνον ἐστὶν ἀντιληπτική, φωνὴ δὲ οὐκ ἔστιν ὁ ὄγκος. καὶ ἡ ὄσφρησις εὐώδους μόνον ἢ δυσώδους ἐστὶ κριτήριον˙ ἀλλ' οὐθεὶς οὕτως ἐστὶν ἄφρων ὡς τὴν ὑπόστασιν τοῦ περὶ ἡμᾶς σώματος ἐν τοῖς εὐώδεσιν ἢ δυσώδεσιν ἀπολείπειν. τὰ δ' αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ἵνα μὴ μακρολογῶμεν. ὥστε αὗται μὲν τὸν ὄγκον οὐ καταλαμβάνονται.