1.

[7.302] πῶς γὰρ δύναται κρῖναι ἀκούουσαν ἀκοὴν αὐτὴ μὴ ἔχουσα φύσιν ἀκουστικήν; καὶ ἀναστρόφως, ἵνα καὶ ἡ ἀκοὴ ὡς ὁρώ- σης ἀντιλάβηται τῆς ὄψεως, δεῖ πολὺ πρότερον αὐτὴν ὅρασιν γενέσθαι. τοῦτο δὲ οὐδεμίαν ὑπερβολὴν ἔοικεν ἀτοπίας ἀπολείπειν. λεκτέον ἄρα μηδὲ τὰς αἰσθήσεις ἢ τοῦ σώματος ἀντιλαμβάνεσθαι ἢ αὑτῶν ἢ ἀλλήλων.