1.

[7.303] Ναί, φασὶν οἱ δογματικοί, ἀλλ' ἡ διάνοια καὶ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ ἑαυτὴν γνωρίζει. ὅπερ καὶ αὐτὸ τῶν ἀπόρων ἐστίν. ὅταν γὰρ ἀξιώσωσι τὴν διάνοιαν ἀντιληπτικὴν γίνεσθαι τοῦ τε ὅλου σώματος καὶ τῶν ἐν αὐτῷ, πευσόμεθα πότερον ὑφ' ἓν ὅλῳ ἐπιπεσοῦσα τῷ ὄγκῳ τὴν κατάληψιν ποιεῖται, ἢ τοῖς μέρεσιν αὐτοῦ, καὶ ταῦτα συντιθεῖσα τὸ ὅλον καταλαμβάνεται.