1.

[7.304] καὶ τῷ μὲν ὅλῳ οὐκ ἂν θελήσαιεν, ὡς ἔσται συμφανὲς ἐκ τῶν ἐπιφερομένων˙ τὰ δὲ μέρη εἰ λέγοιεν αὐτὴν συντιθέναι κἀντεῦθεν τὸ ὅλον γνωρίζειν, μείζονι συνειληθήσονται ἀπορίᾳ. τῶν γὰρ τοῦ ὄγκου μερῶν τινά ἐστιν ἄλογα, τὰ δὲ ἄλογα ἀλόγως ἡμᾶς κινεῖ. τοίνυν ἡ διάνοια πρὸς τούτων ἀλόγως κινουμένη ἄλογος γενήσεται, ἄλογος δὲ οὖσα οὐκ ἔσται διάνοια˙ ὥστε οὐ καταλήψεται τὸν ὄγκον ἡ διάνοια.