1.

[7.305] καὶ μὴν οὐδὲ τὰς αἰσθήσεις δύναται κατὰ τὸν αὐτὸν τρόπον διαγινώσκειν. ὡς γὰρ τὸ σῶμα οὐ δύναται καταλαβεῖν τῷ αὐτὴ μὲν λογικῆς μετέχειν δυνάμεως ἐκεῖνο δὲ ἄλογον εἶναι, οὕτω πάλιν ἀδυνατήσει τὰς αἰσθήσεις καταλαμβάνεσθαι, ἐπείπερ ἄλογοί εἰσιν καὶ διὰ τοῦτο ἀλόγως τὸ καταλαμβανόμενον αὐτὰς ἐκίνουν. εἶτα τὰς αἰσθήσεις λαμβάνουσα πάντως αὐτὴ αἴσθησις ἔσται. ἵνα γὰρ τὰς αἰσθήσεις ὡς αἰσθήσεις λάβῃ, τουτέστιν αἰσθανομένας, καὶ αὐτὴ γενήσεται ὁμοιοειδὴς ἐκείναις˙ τὴν γὰρ ὅρασιν ὁρῶσαν καταλαμβανομένη πολὺ πρότερον ὅρασις γενήσεται, καὶ τὴν ἀκοὴν ἀκούουσαν κρίνουσα οὐχ ἑτέρα γενήσεται τῆς ἀκοῆς. ὁ δὲ αὐτὸς καὶ ἐπὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ἐστι λόγος.