1.

[7.306] ἀλλ' εἴπερ ἡ γνωρίζουσα τὰς αἰσθήσεις διάνοια εὑρίσκεται εἰς τὴν ἐκείνων μεταβεβηκυῖα φύσιν, οὐδὲν ἔσται ἔτι ὑποκείμενον τὸ ζητοῦν τὰς αἰσθήσεις˙ ὃ γὰρ ὑπεθέμεθα ζητεῖν, τοῦτο ἀναπέφηνε τὸ αὐτὸ ταῖς ζητουμέναις, διὰ δὲ τοῦτο καὶ χρῇζον τοῦ καταληψομένου.