1.

[7.307] ναί, φασίν, ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ' ἄλλο μὲν διάνοια, κατ' ἄλλο δὲ αἴσθησις˙ καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δὲ, ἀλλὰ κατ' ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ' ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὡς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι' αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ' ἄλλο μέν ἐστι νοῦς, κατ' ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως.