1.

[7.308] πάνυ δ' εἰσὶν εὐήθεις, καὶ κενῶς μόνον πρὸς τὰς ἐκκειμένας ἀπορίας ἀντηχοῦσιν. φαμὲν γάρ, εἰ καὶ συγχωρηθῶσιν αἱ διάφοροι αὗται δυνάμεις περὶ τὴν αὐτὴν οὐσίαν ὑποκεῖσθαι, πάλιν μένειν τὸ μικρῷ πρόσθεν ὑπὸ ἡμῶν κινηθὲν ἄπορον.